Δευτέρα 1 Φεβρουαρίου 2010

Βίος, μαρτύριον καὶ θαύματα τοῦ Ἁγίου Μεγαλομάρτυρος Τρύφωνος τοῦ θαυματουργοῦ [Συναξάριον] [Βίος καὶ Μαρτύριον] [Θαυμαστὰ Διηγήματα]


Προέλευση: Ἁγιος Μάρτυς Τρύφων, ἔκδοσις Ἱ. Μ. Ξενοφῶντος Ἁγίου Ὄρους

Τῇ Α´ τοῦ αὐτοῦ μηνός (Φεβρουαρίου), Μνήμη τοῦ Ἁγίου Μάρτυρος Τρύφωνος.
Στίχοι.
Σὺ δὲ Τρύφων τί; τὸ ξίφος θνήσκω φθάσας.
Καιρὸς δὲ τίς σου τοῦ τέλους; Νουμηνία.

Ἐν Φεβρουαρίοιο Τρύφων πρὸ τομῆς θάνε πρώτῃ.
Οὗτος ὑπῆρχεν ἐκ Λαμψάκου τῆς κώμης, τῶν Φρυγῶν ἐπαρχίας, ἐπὶ τῆς βασιλείας Γορδιανοῦ, ἐν τῷ διακοσιοστῷ ἐννενηκοστῷ πέμπτῳ ἔτει ἀπὸ τῆς Αὐγούστου βασιλείας. Ἔτι δὲ κομιδῇ νέος ὤν, καὶ τῇ ἡλικίᾳ κατάλληλον ἐπιτήδευμα μετιών, (χῆνας γὰρ ἔβοσκεν, ὥς φασι) Πνεύματος ἁγίου ἐπλήσθη, καὶ ἦν πᾶσαν ἰώμενος μαλακίαν, καὶ δαίμονας ἐξελαύνων. Ἐθεράπευσε δὲ καὶ τὴν τοῦ Βασιλέως θυγατέρα, ὑπὸ τοῦ δαίμονος κρατουμένην· ἔνθα λέγεται ὑποδεῖξαι τὸν δαίμονα τοῖς παροῦσιν, ὡς κύνα μέλανα, τὰς πονηρὰς πράξεις αὑτοῦ διαγγέλλοντα, καὶ πολλοὺς ἐπὶ τῷ θαύματι πρὸς τὴν εἰς Χριστὸν πίστιν μεταγαγεῖν.Ἐπὶ δὲ τοῦ βασιλέως Δεκίου, ὃς Φίλιππον διεδέξατο, τὸν κρατήσαντα μετὰ Γορδιανόν, διεβλήθη Ἀκυλίνῳ τῷ ἐπάρχῳ τῆς Ἀνατολῆς, ὅτι μὴ λατρεύει, φησί, τοὺς δαίμονας. Ἀχθεὶς δὲ πρὸς αὐτὸν ἐν Νικαίᾳ, καὶ ὁμολογήσας τὸ τοῦ Χριστοῦ ὄνομα, πρῶτον σπαθίζεται· εἶτα ἵπποις δεσμεῖται, καὶ ἐλαύνεται, χειμῶνος ὥρᾳ, κατὰ δυσβάτων καὶ δυσπροόδων χωρίων· καὶ μετὰ τοῦτο, γυμνὸς ἐπάνω σιδηρῶν ἥλων σύρεται. Ἔτι δὲ μαστιχθείς, καὶ λαμπάσι πυρὸς τὰς πλευρὰς ἐκκαείς, τὴν διὰ ξίφους ἀπόφασιν δέχεται, ἣν προφθάσας, τῷ Θεῷ τὸ πνεῦμα παρέθετο.
Τελεῖται δὲ ἡ αὐτοῦ Σύναξις ἐν τῷ Μαρτυρείῳ αὐτοῦ, τῷ ὄντι ἔνδον τοῦ σεπτοῦ Ἀποστολείου Ἰωάννου τοῦ Θεολόγου, πλησίον τῆς Ἁγιωτάτης Μεγάλης Ἐκκλησίας.
Ὁ Ἅγιος αὐτὸς ἦταν ἀπὸ τὴν Λάμψακο τῆς Φρυγίας καὶ ἔζησε στὰ χρόνια τῶν βασιλέων Γορδιανοῦ (238-244), Φιλίππου καὶ Δεκίου. Φτωχότατος στὴν παιδική του ἡλικία, ἀναγκάσθηκε γιὰ κάποιο καιρὸ νὰ βόσκει χῆνες, γιὰ νὰ μπορεῖ νὰ ζήσει. Ἐνῷ ἐξασκοῦσε τὴν ταπεινή του δουλειά, συγχρόνως μελετοῦσε καὶ τὴν Ἁγία Γραφὴ καὶ μὲ πολὺ ζῆλο ἐκτελοῦσε τὰ θρησκευτικά του καθήκοντα. Ἡ Ἁγία Γραφή, ποὺ διάβαζε ὁ Τρύφων, μεταξὺ ἄλλων λέει: «Ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν». Ποὺ σημαίνει, ὁ Θεὸς τίθεται ἀντιμέτωπος στοὺς ὑπερήφανους...ΔΙΑΒΑΣΤΕ ΠΕΡΙΣΣΟΤΕΡΑ ΚΑΝΟΝΤΑΣ ΚΛΙΚ ΕΔΩ 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου