ΣΤΗΝ ΓΥΝΑΙΚΕΙΑ Μονὴ τοῦ
Μεγάλου Παχωμίου στὴν Τα-
βέννησι ἔζησε ἄλλη μιὰ Μοναχή,
ἡ ᾿Ισιδώρα, ποὺ ὑποκρινόταν ὅτι
ἦταν τρελλὴ καὶ δαιμονισμένη γιὰ
χάρη τοῦ Χριστοῦ.
Τόσο πολὺ τὴ σιχάθηκαν οἱ ἄλλες, ποὺ δὲν ἔτρωγαν μαζί της,
πράγμα ποὺ ἡ ἴδια εἶχε διαλέξει. Τριγύριζε στὴν κουζίνα, ἔκανε κάθε
εἴδους ἀγγαρεία καὶ ἦταν, ὅπως λένε, τὸ σφουγγαρόπανο τοῦ Μο-
ναστηριοῦ, ἐφαρμόζοντας στὴν πράξη τὸ ρητό· «῞Οποιος ἀπὸ σᾶς
νομίζει πὼς εἶναι σοφὸς μὲ τὰ μέτρα αὐτοῦ τοῦ κόσμου, ἄς γίνει
μωρός, γιὰ νὰ γίνει πραγματικὰ σοφός».
῾Υπηρετοῦσε τὴ Μονὴ ἔχοντας δέσει στὸ κεφάλι της ἕνα κουρέλι,
ἐνῶ ὅλες οἱ ἄλλες ἔχουν κόψει σύρριζα τὰ μαλλιά τους καὶ φοροῦν
κουκοῦλλες.
Καμμιὰ ἀπὸ τὶς τετρακόσιες Μοναχὲς δὲν τὴν εἶδε ποτὲ νὰ τρώει
κανονικὰ οὔτε μιὰ φορὰ στὴ ζωή της. Σκούπιζε τὴν τραπεζαρία καὶ
ἔπλενε τὶς κατσαρόλες· τὰ ψίχουλα καὶ τὰ περισσεύματα τῆς ἦταν
ἀρκετά, γιατὶ ποτὲ δὲν κάθησε σὲ τραπέζι οὔτε ἄγγιξε κομμάτι
ψωμί.
– 2 –
Δὲν ἔβρισε ποτὲ κανέναν, δὲν βαρυγκόμησε, δὲν ξεστόμισε περίσ-
σια λόγια, παρόλο ποὺ καὶ τὴν χαστούκιζαν καὶ τὴν ἔβριζαν καὶ τὴν
καταριόντουσαν καὶ τὴν ἔφτυναν.
* * *
ΠΑΡΟΥΣΙΑΣΤΗΚΕ ῎Αγγελος στὸν ἅγιο Πιτηροῦμ, ἄνδρα δοκιμα-
σμένο στὴν ἀρετή, ποὺ ἀσκήτευε στὸ βουνὸ Πορφυρίτη, καὶ τοῦ
λέει·
«Γιατί καυχιέσαι ὅτι εἶσαι εὐλαβὴς καὶ μένεις σὲ τέτοιο
τόπο; Θέλεις νὰ γνωρίσεις μιὰ γυναίκα ποὺ εἶναι πιὸ
εὐσεβὴς ἀπὸ σένα; Πήγαινε στὸ γυναικεῖο Μοναστήρι τῶν
Ταβεννησιωτῶν καὶ θὰ βρεῖς ἐκεῖ μιὰ Μοναχὴ ποὺ φοράει
στέμμα στὸ κεφάλι της. Αὐτὴ εἶναι καλύτερη ἀπὸ σένα.
Μὲ τόσο πλῆθος ἀντιμάχεται καὶ ἡ καρδιά της ποτὲ δὲν
ἀπομακρύνθηκε ἀπὸ τὸν Θεό. Σὺ κάθεσαι ἐδῶ καὶ ὁ
νοῦς σου πλανιέται στὶς πόλεις».
῎Ετσι αὐτός, ποὺ ποτὲ δὲν εἶχε βγεῖ ἀπὸ τὸ κελλί του, σηκώθηκε
καὶ πῆγε ὡς ἐκεῖ καὶ παρακάλεσε τοὺς πνευματικοὺς νὰ τοῦ ἐπιτρέ-
ψουν νὰ ἐπισκεφθεῖ τὸ Μοναστήρι τῶν γυναικῶν. ᾿Επειδὴ ἦταν φημι-
σμένος καὶ Γέροντας, τοῦ δόθηκε ἡ ἄδεια.
῞Οταν μπῆκε μέσα, ζήτησε νὰ δεῖ ὅλες τὶς Μοναχές, ἐκείνη ὅμως
δὲν παρουσιαζόταν. Τελικὰ τὶς λέει· «Φέρτε μού τες ὅλες, λείπει μία».
Τοῦ ἀπαντοῦν· «῾Υπάρχει μιὰ ἀκόμη στὴν κουζίνα, εἶναι σαλή», ἔτσι
ἀποκαλοῦν αὐτὲς ποὺ ἔχουν μέσα του τὸ δαιμόνιο. Τὶς λέει· «Νὰ μοῦ
τὴν φέρετε καὶ αὐτή. ᾿Αφῆστε με νὰ τὴν δῶ». Πηγαίνουν καὶ τὴ
φωνάζουν, ἐκείνη ὅμως δὲν ὑπάκουσε εἴτε ἐπειδὴ κατάλαβε τί πρό-
κειται νὰ γίνει εἴτε γιατὶ τῆς ἀποκαλύφθηκε. Τὴ σέρνουν λοιπὸν μὲ
τὴ βία καὶ τῆς λένε· «῾Ο ἅγιος Πιτηροῦμ θέλει νὰ σὲ δεῖ», ἦταν
βέβαια ξακουστός.
* * *
ΟΤΑΝ ΠΑΡΟΥΣΙΑΣΤΗΚΕ, διέκρινε ὁ ῞Αγιος τὸ κουρέλι στὸ μέτωπό
της [τὸ «στέμμα» της], τῆς πρόσπεσε καὶ εἶπε· «Εὐλόγησέ με».
῞Ομοια καὶ ἐκείνη ἔπεσε στὰ πόδια του λέγοντας· «Σὺ νὰ μὲ εὐλογή-
σεις, Κύριε».
Κατάπληκτες ὅλες τοῦ λένε· «᾿Αββᾶ, μὴ ξευτελίζεσαι, εἶναι σαλή».
Τὶς ἀποστομώνει ὁ Πιτηροῦμ· «᾿Εσεῖς εἶστε σαλές, αὐτὴ εἶναι δική μου
καὶ δική σας ᾿Αμμᾶ», ἔτσι ἀποκαλοῦν τὶς πνευματικὲς Μητέρες, «καὶ
εὔχομαι νὰ βρεθῶ ἀντάξιός της τὴν ἡμέρα τῆς κρίσης».
– 3 –
᾿Ακούγοντας αὐτὰ οἱ Μοναχὲς ἔπεσαν στὰ πόδια του καὶ ἐξομολο-
γοῦνταν ἡ κάθε μιά τους τὶς προσβολὲς ποὺ τῆς ἔκανε· μιὰ εἶπε ὅτι
τὴν περιέλουσε μὲ τὰ βρωμόνερα τῶν πιάτων, ἄλλη πὼς τὴν χτύ-
πησε μὲ γροθιές, κι ἄλλη ὅτι τῆς πασάλειψε τὰ ρουθούνια μὲ σινάπι.
῞Ολες ὁμολόγησαν τὶς προσβολὲς ποὺ ἔκαναν σὲ βάρος της. ῾Ο
ἅγιος Πιτηροῦμ προσευχήθηκε γιὰ χάρη τους καὶ ἔφυγε.
Κάμποσες μέρες κύλισαν καὶ ἡ σαλὴ μὴν ἀντέχοντας τὶς δόξες καὶ
τὶς τιμὲς τῶν ἀδελφῶν της καὶ ἐπειδὴ βαρέθηκε τὶς συγγνῶμες
τους, ἐγκατέλειψε τὸ Μοναστήρι κρυφά. Κανένας δὲν ἔμαθε ποῦ
πῆγε, ποῦ κρύφθηκε ἤ πῶς πέθανε.
http://www.synodinresistance.org/Theology_el/3d5026AgiaIsidora.pdf
Ακολουθία Οσίας Ισιδώρας
Την παρακάτω Ακολουθία, την παρουσιάζουμε κυρίως για μελέτη και όχι για λειτουργική χρήση αφού δεν γνωρίζουμε αν είναι εγκεκριμένη ή όχι. Όποιος αναγνώστης μπορεί να βοηθήσει σε αυτό, μην διστάσει να επικοινωνήσει μαζί μας....
ΜΑΙΟΥ 1. ΙΣΙΔΩΡΑΣ ΟΣΙΑΣ ΣΑΛΛΗΣ ΑΚΟΛΟΥΘΙΑ.
Ἐποιήθη ὑπὸ Ἀθανασίου ἱερομόναχου Σιμωνοπετρίτου, Ὑμνογράφου, ἐν ἔτει 1987
Ψάλλομεν πρῶτον γ΄ προσόμοια τοῦ προφήτου Ἱερεμίου καὶ εἶτα τὰ ἀκόλουθα γ΄ τῆς Ὁσίας. Ἦχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσιν.
Ἐν Χριστῷ φύσις βρότειος τῶν πεζῶν ὑπεραίρεται, νοῦν δὲ ἄλλον πέφυκεν ἐπενδύεσθαι, καὶ προτιμᾶν τὰ συμφέροντα, ψυχὴ οὐ τῷ σώματι, ταπεινούσθαι ἕως οὔ, λάβῃ αἴσθησιν ἐνδοθέν, ὅτι γέγονεν, οἰκητήριον ὄντως Παρακλήτου, δι’ Οὐ ἔρχεται εἰρήνη, ἡ πάντα νοῦν ὑπερέχουσα.
Ἐξ ἀγγέλου τὸν ἔπαινον, ἔσχες Μῆτερ θεόσοφε, ὅμοιον τὸ ὅμοιον γὰρ ἐπίσταται, τῇ πεπλασμένη σαλότητι, εἰς μέτρα ἐπέφθασας βιοτῆς ἀγγελικῆς, μόνον θέλουσα πάντοτε, τοῦ Κυρίου σου, ἐκτελεῖν τὰ προστάγματα προθύμως, καὶ ὡς δούλη Τούτου πράττειν, ὢ Ἰσιδώρα τὸ θέλημα.
Πιτυροὺν ὁ θαυμάσιος, σὲ Ὁσία ἐθαύμασε, θησαυρὸν πολύτιμον βλέπων σχήματι, ἐν ταπεινῷ ὑποκρύπτουσαν, μιμήσει τοῦ πλάσαντος, ὃς ἐν σώματι φθαρτῷ, τὸν ἐχθρὸν ἐτροπώσατο καὶ ἐθέωσε, τὴν ἀδύναμον φύσιν τῶν ἀνθρώπων, τῇ φρικτὴ οἰκονομία, συγκαταμίξας τὸν χοῦν πυρί.
Δόξα. Ἦχος β΄.
Τῷ ῥάκεσι σπαργανωθέντι δι’ ἡμᾶς εὐσπλαγχνία, ταπεινουμένη καὶ ῥακενδυτούσα Ὅσια Μῆτερ, ἐμεγαλύνθης παρ’ Αὐτοῦ, τοῦ ἀναπαυομένου ἐν ταῖς καρδίαις τῶν ταπεινῶν, καὶ ἐκδιδάσκεις ἡμᾶς πῶς δέον φεύγειν τοὺς ἐμπαιγμοὺς τῶν δαιμόνων· ὅθεν σου τὴν μνήμην τὴν ἁγίαν τελοῦντες σήμερον, αἰτοῦμεν σε Ἰσιδώρα πανσεβαστέ, πρέσβευε ὑπὲρ ἡμῶν τῷ Κυρίῳ ἀείποτε.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Εἴσοδος. Φῶς ἱλαρὸν. Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Γ´, 1-9). Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καί ἡ ἀφ´ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται · ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ´ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Δ´, 7-15). Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ρεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ὁσίοις αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Ε´, 15-23 & Στ´, 1-3). Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντίς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ´ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ λαῖλαψ ἐκλικμήσει αὐτούς· καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκοῦσατε οὖν βασιλεῖς καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ. Ἦχος ἅ΄.
Τὴν ἀγγελόβιον νύμφην τοῦ Χριστοῦ ὕμνοις τιμήσωμεν, Ἰσιδώραν τὴν ὑπερτιμον, ὅτι τὸ τῆς θεώσεως ἔνδυμα, τὴν ταπείνωσιν ἐγκομβωσαμένη, τὰς ἐνέδρας τῶν ἀποστατῶν δαιμόνων πάνυ σοφῶς διέφυγε, καὶ νῦν ὡς στρουθίον αὐλιζομένη ἐν τοῖς χοροῖς τῶν ἀπ’ αἰῶνος Ἁγίων, αἰτεῖται πᾶσι τὸ μέγα ἔλεος.
Ἦχος β΄.
Ὡς ἀληθῶς ἐκραταιώθη ἡ τοῦ Σταυροῦ σου, Κύριε, δύναμις, ὅτι ἐν τῇ μωρία τούτου γένος ἅπαν καὶ ἡλικία πᾶσα ἀνθρώπειος, τῶν ἐπιγείων μεθίσταται, καὶ ταῖς πτέρυξι τῆς σῆς ἀγάπης διαπετώσα, πρὸς Σὲ τὸν ἕως θανάτου δι’ ἀγάπην ἡμετέραν καταδεξάμενον ἄκρως ταπεινωθῆναι ἐλλιμενίζεται, ὡς καὶ ἡ μακαριωτάτη Ἰσιδώρα, ἡ τῆς σῆς ταπεινοφροσύνης μαθήτρια καὶ ὑπόδειγμα, ἧς ταῖς πρεσβείαις, ἐλέησον ἡμᾶς.
Ἦχος δ΄.
Γέγονας Μῆτερ ἐγκαύχημα μοναζόντων ἐν Χριστῷ, ὅτι ἀκριβέστατα ἀπεμάξω τὰς πανοσίους ἀρετάς, ταπείνωσιν, ὑπακοήν, ἐγκράτειαν, ὑπομονὴν ἐν ταῖς θλίψεσιν καὶ ὑπὲρ πάσας τὴν θεοχάρακτον ἀγάπην. Ὅθεν σε ὁ Θεὸς ἐδόξασεν ἐπαξίως, ἡμεῖς δὲ ἀνυμνοῦντες σε ἱκετεύομεν, Ἰσιδώρα παμμακάριστε.
Δόξα. Ἦχος πλ. α΄.
Ἀγάλλεται προφρόνως τῶν μοναζόντων τὸ σύστημα, προπέμψαν σε Ἰσιδώραν εἰς τὰ οὐράνια σκηνώματα, ὑπογραμμὸν τῆς ἀσκητικῆς βιοτῆς. Ποίαν γὰρ ἀρετὴν οὐκ εἰργάσω, πανοσία Μῆτερ, ὥσπερ μίαν μόνην, τῇ φαινομένη μωρία λιπαίνουσα φιλοπόνως τὸ τῆς ψυχῆς σου γεώργιον; Ὅθεν καὶ ὁ μέγιστος Πατὴρ ἡμῶν Παχώμιος, ὡς προσφορὰν θεοφίλητον τῇ μυστικὴ σε τραπέζῃ ἀνέθηκεν. Ἡμεῖς δὲ τὴν πανίερον μνήμην σου δοξάζοντες, τὸν δοξάσαντα σε Κύριον ὑπερδοξάζομεν.
Καὶ νῦν, ἐκ τῶν τῆς ἑορτῆς.
Στιχηρὰ προσόμοια. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅλην ἀποῤῥίψασα τὴν κοσμικὴν δυσπραγίαν, τῷ γλυκεῖ συντέθεισαι, Ἰησοῦ τρισόλβιε γνωστικώτατα, καὶ πλάστην ἤσκησας, Μῆτερ ἀγνωσίαν, περικάθαρμα λελόγισαι, καὶ σπόγγος εὔοσμος, τῆς ὑπομονῆς ἀναδέδειξαι, διό σε ἀπεκάλυψε, θεία ὀπτασία ὁ Κύριος, οὕτω γὰρ δοξάζει, μισοῦντας ἐκ καρδίας τὸ βαρύ, κενοδοξίας δοξάριον, Ἰσιδώρα πάνσοφε.
Σχῆμα ψευδεπίπλαστον, ἀναλαβοῦσα Ὁσία, κραταιῶς ἐνίκησας, διὰ ταπεινώσεως τὸν ὑπεροφρύν, καὶ δεινὸν δράκοντα, ὑπερηφάνειας, δαιμονώσης ἔργα πράττουσα, ἔπλεξας στέφανον τῆς ἀθανασίας ἀμάραντον, νηστεία δὲ ἀπέπνιξας, τὸν εἰσηγητὴν ἀκρασίας τε, ὅθεν οὖσα πρώτη, ἐσχάτη ἀπεδείκνυσο σοφή, ἵνα πρωτεῖον τὸ ἄνωθεν, λήψη τὸ χριστέραστον.
Δῶρον Θεοῦ πέφηνας, οὐχὶ τῆς Ἴσιδος Μῆτερ, ποία γὰρ συμφώνησις τοῦ τῆς ταπεινώσεως Διδασκάλου τε, καὶ δαιμόνων οἵτινες, ὑπερηφανείαν, ὥσπερ λέπραν λαθρεισήγαγον, τῇ ἀνθρωπότητι καὶ ἄνευ Χριστοῦ δυσθεράπευτον, σὺ ὅμως πίναξ γέγονας, πᾶσι ἑκουσίας σαλότητος. Ὤ! Τίς μὴ ὑμνήσει, τοὺς ἄθλους Ἰσιδώρα τοὺς τερπνούς, οὓς τῷ Κυρίῳ προσήνεγκας, εὔγνωμον ἀντίδωρον.
Δόξα. Ἦχος πλ. δ΄.
Τὴν ἐκνικήσασαν πένταθλον οὐχ ὀλύμπιον, ἀλλὰ τῆς ταπεινώσεως Χριστοῦ, καὶ μοναζόντων γενομένην ἔμπρακτον διδάσκαλον, πρὸς ἀρετῆς τελείας ἀπόκτησιν, Ἰσιδώραν εὐφημήσωμεν. Αὕτη γὰρ ὁλοτελὼς τῷ Κυρίῳ ἀναθεῖσα ἑαυτήν, ἐσχάτη γέγονεν ἑκουσίως καὶ εἴληφε παρ’ Αὐτοῦ τὸν ἔπαινον. Πάντων διάκονος, πάντων περιψημα, πάντων χλεύη, καταγελῶσα ἐν τούτοις τὸν ἐν Παραδείσῳ τὴν προμήτορα ἀπατήσαντα. Ὅθεν χαίροντες προσείπωμεν αὐτή· Μὴ διαλίπῃς Μῆτερ ὀσιωτάτη, πρεσβεύειν ὑπὲρ ἡμῶν πρὸς Κύριον.
Καὶ νῦν, τὸ τῆς προλαβούσης ἑορτῆς.
Ἀπολυτίκιον. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὴν ὡραιότητα Χριστοῦ ποθήσασα, Μῆτερ τρισόλβιε, ὁδὸν τὴν σύντομον, τὴν ὁδηγούσαν πρὸς Αὐτόν, προείλου τὴν ταπείνωσιν, ὅθεν σε ἀνέδειξε, μοναζόντων διδάσκαλον, ἄκρον τε ὑπόδειγμα, τῆς Αὐτοῦ ἐκμιμήσεως, διὸ χαρμονικῶς σοι βοῶμεν, χαῖρε, ὢ Ἰσιδώρα παμμακάριστε.
Καὶ τὸ τῆς ἑορτῆς, καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν β’ στιχολογίαν, Κάθισμα τῆς Ὁσίας. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὸν λόγον κρατήσασα τοῦ Ἰησοῦ ἐν ψυχή, ὃς θέλει καλεῖσθαί μου θεοπρεπῶς μαθητής, γενέσθω ὁ ἔσχατος, ἵνα κληρονομήσῃ, Βασιλείας πρωτεῖον, ὥσπερ κάγω ὁ πάντων, φυσικῶς ἐμπρωτεύων, ἐφάνης τελεώτατα Μῆτερ ποιήτρια.
Δόξα καὶ νῦν, τὸ τῆς ἑορτῆς.
Ὁ Κανῶν τῆς Ὁσίας οὐ ἡ ἀκροστιχίς: «Ἰσιδώρα σόφισον ὑμνῳδὸν σου ἐκ πόθου». Ἃ(θανάσιος).
Ἦχος ἅ΄. ᾨδὴ ἅ΄. Ἀναστάσεως ἡμέρα.
Ἰσιδώραν Ὁσίαν ἀνυμνῆσαι νυνί, Κύριε βουλομένῳ, τὸν φωτισμὸν σου δαψιλῶς, οὐρανόθεν μοι διδούς, καὶ γὰρ τὰ πολλά, ἀθλήματα ταύτης καὶ παλαίσματα, ἐξιστῶσι διάνοιαν.
Σωφρονοῦσα μακαρία ψευδεπίπλαστον σύ, βίον διῆλθες ὅτι, ἐν πεποιθήσει κραταιᾷ, Βασιλείαν οὐρανῶν ἐπόθεις θερμῶς, δι’ ἢν πάντα σκύβαλα ἐνόμιζες, τῆς ἀπάτης τά ἔνεδρα.
Ἱερὰ σου ἡ θυσία ὢ ἀνδρεία ψυχή, ἤν περ Χριστῷ ἐτύθεις, καὶ γὰρ καθ’ ὤραν τὴν πληθύν, τῶν σκληρῶν ὀνειδισμῶν, ὡς πόμα ἡδύ, ὑπέμεινες ἔχουσα εὐφραῖνον σε, τοῦ Νυμφίου τὸ ὄνειδος.
Θεοτοκίον.
Δῶρον πέφυκε καὶ τοῦτο σῆς λοχείας Ἁγνή, Κόρη Θεοκυῆτορ, ὑπὲρ Υἱοῦ σου προτιμᾶν, κακουχείσθαι ἕκοντι, τοὺς φίλους Αὐτοῦ, Θεὸς γὰρ καὶ ζῶν καὶ μόνος ἔγνωσται, Ὢ ἐλπίζοντες καυχώμεθα.
Καταβασία. Ἀναστάσεως ἡμέρα.
ᾨδὴ γ΄. Δεῦτε πόμα πίωμεν.
Ὥριμον σε βότρυν ἀρετῶν καὶ περκάζοντα Μῆτερ Χριστὸς ἀνέδειξε, τῇ κραταιᾷ ὑπομονῇ, συντρίψασα ὄφεως ὀφρύν, σὴν Προμήτορα τρώσαντος.
Ῥύπον ἐμπαθείας εὐχερῶς, ἐναπέπλυνας ῥύποις ψυχήν σου δείξασα, τοῦ καθαροῦ Ἰησοῦ, παστάδα ἐράσμιον ἐν ἦ, φαιδρῶς ἐγκατῴκησεν.
Ἄφρονες οἱ ὅσοι μανικῶς, ἀνθρωπάρεσκον δόξαν καταδιώκουσι, σύ ὅμως Νύμφη Χριστοῦ, προείλου ἀδόξως παρελθεῖν, τὴν ὁδὸν τῆς ἀσκήσεως.
Θεοτοκίον.
Σῴζεται τὸ γένος τῶν βροτῶν, ὢ Παρθένε Κυρία τῇ μεσιτεία σου, τῇ ταπεινώσει σου γάρ, Θεὸν ἐφελκύσω ἐπὶ σοι, ταπεινοῖς ἐπιβλέποντα.
Καταβασία. Δεῦτε πόμα πίωμεν.
Κάθισμα. Ἦχος πλ. α΄. Τὸν Συνάναρχον.
Ὡς πολυφόρον πλοῖον Θεῷ καθώρμισαι, Ἰσιδώρα ὁσία καὶ τύπος γέγονας, παρθενίας ἀληθοῦς , ὅτι συνήρμοσας, τῇ ἁγνείᾳ ἀρετῶν, τὴν ὑψίστην μοναχοῖς, ταπείνωσιν ἑκουσίαν, συμμορφουμένη Κυρίῳ, ταπεινωθέντι ὑπὲρ ἔννοιαν.
Δόξα, Καὶ νῦν, τοῦ Πεντηκοσταρίου.
ᾨδὴ δ΄. Ἐπὶ τῆς θείας φυλακῆς.
Οὐρανωθεῖσα μυστικῶς τὴν ἀδιάλειπτον εὐχήν, ἔσχηκας τρυφήν σου Ὁσία, ὡς μανὰ γὰρ οὐρανοῦ καὶ ἀγγέλων ἤσθιες, κλῆσιν Ἰησοῦ Ἰσιδώρα, τὴν ἀναθρέψασαν Ἁγίων τὰ τάγματα.
Φαιδρυνομένη ταῖς αὐγαῖς τῶν μυστικῶν συντυχιών, ἔκλινας μακρὰν τῶν ματαίων, θησαυρὸν φυλάττουσα, ἐν τῷ βυθῷ καρδίας σου· αὕτη γὰρ ὁδὸς ἡ εὐθέως, παριστώσα τῷ Χριστῷ Ὁσία πέφυκε.
Ἰλαρωτάτως ὡς ἡδύ πόμα ἐξέπινες πολλῶν Μῆτερ τὰς σφοδρὰς ἐπιπλήξεις, καὶ δαιμονώσα ψευδῶς, τὸν σατὰν ἀπέπνιξας· οὐ γὰρ δυνατὸν τοῦτον φέρειν, τῶν ἀθλητῶν τοῦ Χριστοῦ ἄκραν ταπείνωσιν.
Θεοτοκίον.
Σαλευομένῃ μου ψυχὴ τῇ τῶν ματαίων λογισμῶν, Κόρη πνιγηρὰ ἀποπνεύσει, ἡ ζωηρά σου εὐθύς, παρουσία γίνεται, στήριγμα ἀκλόνητον τεῖχος, διὸ καλῶν σε οὐ παύσομαι Πανύμνητε.
Καταβασία. Ἐπὶ τῆς θείας φυλακῆς.
ᾨδή ε΄. Ὀρθρίσωμεν ὄρθρου βαθέος.
Ὀρθρίζουσα Μῆτερ τιμία, καὶ ἀντὶ μύρων μυρίζουσα τὸν Δεσπότην, νοεραῖς ἐντεύξεσιν, ἀσματικὼς ὡμοίωσαι, νύμφη μανικῶς ἐκζητούσῃ, ψυχεραστὴν Ἰησοῦν τὸν ὑπἐρκαλλον.
Νικήσασα μνησικακίαν, ταῖς πειραζούσαις χάριν Μῆτερ ἀπέτιες, συγχωροῦσα ἅπαντα, τὰ χαλεπὰ ῥαπίσματα, εἶχες κατὰ νοῦν γὰρ τὸ ἄφες, καὶ ἀφεθήσεται πάντως τὰ πταίσματα.
Ὑβρίσθης παρθένε Ὁσία, ἀλλ’ ὥσπερ ἄνθη τὰς ὕβρεις προσδεχομένη, ἔπλεκες τὸν στέφανον, τῆς ἀφθαρσίας χαίρουσα, ἔγνως γὰρ καλῶς ὅτι πᾶς τις, ὑπὲρ Χριστοῦ ὑβριζόμενος στέφεται.
Θεοτοκίον.
Μυρίζομεν μύροις τῶν ὕμνων, τὴν ὑπερβαίνουσαν μύρων πάντων ἀπόπνοιαν, Θεοτόκε Πάνσεμνε, καὶ γὰρ δοχεῖον γέγονας, μύρου νοητοῦ ὁ παρέχοις, τοῖς ὑμνηταῖς σου παμμύριστε Δέσποινα.
Καταβασία. Ὀρθρίσωμεν ὄρθρου βαθέος.
ᾨδὴ στ΄. Κατῆλθες ἐν τοῖς κατωτάτοις.
Νοΐ σου, ἐν τοῖς κατωτάτοις τῆς γῆς, σεαυτὴν καταδικάζουσα Μῆτερ, ὡς πάνυ ἁμαρτωλὸς ἡ ἁγνή, διαπέφευγες Ἰσιδώρα τοῦ Χριστοῦ, τὴν φρικτὴν καταδίκην.
Ὡς λίθος, ἀπεδοκιμάσθης σεμνή, ἀχρηστότατος τοῖς ἔξω ὁρῶσιν, ὑπάρχουσα ὅμως ἀρετῶν, θησαυρὸς ὑπερτελῇς ἐκ Θεοῦ, εἰς γωνίαν ἐτέθης.
Δαρμοὶ σου γενναιότατη ψυχή, οὐκ ἠτόνησαν ἀγάπης τὸ φίλτρον, ἀλλ’ ὅσον ἐταπεινοὺ ἕκοντι, εἰς ἀνύψωσιν καθοδηγεῖ Χριστός, καὶ ζωὴν μακαρίαν.
Θεοτοκίον.
Ὁ χρόνος μου, τῆς ζωῆς ἀμελῶς, καὶ ματαίως διαπέφευγε Μῆτερ, καὶ πῶς σου ὑποίσω τὸν Υἱόν, ὁ ταλαίπωρος μετανοίας χωρίς, ἢν μοι δὸς ταῖς εὐχαῖς σου.
Καταβασία. Κατῆλθες ἐν τοῖς κατωτάτοις.
Κοντάκιον. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Ποθούσα τυχεῖν, τῆς ἄνω Μῆτερ στάσεως, ταχεῖαν ὁδόν, προείλου τὴν ταπείνωσιν, δι’ ἧς ἤχθης Χριστῷ ὡς καρπὸς εὐκλεὴς καὶ τερπνὸς Ἰσιδώρα παναοίδιμε, βραβεία λαμβάνουσα τὰ ἄφθαρτα.
Ὁ Οἶκος.
Φρονίμους πολλοὺς εἰς ἑαυτοὺς κατώκτειρα καὶ πλάνην τὴν αὐτῶν ὁλοψύχως ἐμίσησα, ὅτι εἰ καὶ πόνοις καθυποβάλλονται καὶ σκάμμασι Βασιλείαν Θεοῦ οἴμοι οὐ λαμβάνουσι διὰ τὸ αὐθαίρετον. Σε ὅμως, Ἰσιδώρα ταπεινόνους, προβάλλομαι κάμου καὶ πάντων σωτηρίας ταχείας λαμπρὸν ὑπόδειγμα, ὅτι μωραίνουσα ψευδῶς τὸν πονηρὸν κατεμώρανας, καὶ συμμοναστριῶν τὰ σκώμματα ἐν εὐχαριστία ὑπομενοῦσα, ἐν καιρῷ δεκτῷ εἱσηκούσθης παρὰ τοὺς πτωχοὺς τῷ πνεύματι ἀγαπῶντος καὶ ἤχθης ἐνώπιον Αὐτοῦ, βραβεία λαμβάνουσα τὰ ἄφθαρτα.
Συναξάριον
Τῇ Α' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων ἐνδόξων τριῶν Ὁσιομαρτύρων Εὐθυμίου, Ἰγνατίου, καὶ Ἀκακίου τῶν νέων.
Στίχοι
Εὐθύμιέ μοι, χαῖρε, χαῖρε, πολλάκις.
Σφαγεὶς γὰρ εὗρες τὴν ἄνω χαρὰν πρόφρων.
Τὸν Ἰγνάτιον ἄλλον ὡς ἄστρον βλέπω.
Ἐκ γῆς φαεινὸν, εὶς πόλον δι’ ἀγχόνης.
Ἀρνὸς δίκην σφάττουσι, φεῦ! διὰ ξίφους.
Τὸν κλεινὸν Ἀκάκιον, ἄνδρες αἰμάτων.
Τῇ πρώτῃ ὁσιάθλους τρεῖς ἀγλαοὺς ἅμα μέλπω.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Προφήτου Ἱερεμίου.
Στίχοι
Ψυχαὶ λιθώδεις καὶ ξέναι θείου φόβου,
Λίθοις ἀνεῖλον θεῖον Ἱερεμίαν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Μητρός ἡμῶν Ἰσιδώρας.
Στίχοι.
Σὸς βίος λαμπρὸν μονασταῖς, Ἰσιδώρα,
δῶρον ἐκ Θεοῦ ταπεινοὺς προτιμῶντος.
Σίμβλον ἄμβροτον κρύφα Ἰσιδώρα ἐπλάκη.
Ὑπόμνημα.
Αὕτη ἡ μακαριωτάτη καὶ ὀσιωτάτη Μήτηρ ἡμῶν Ἰσιδώρα, ἠκμασε μεσοῦντος τοῦ δ΄ μ.Χ. αἰῶνος, ἐν τῷ γυναικείῳ κοινοβίω τῷ συσταθέντι ὑπὸ τοῦ μεγάλου φωστῆρος Παχωμίου καὶ ἐπονομαζομένῳ τῶν Ταβεννησιωτών. Τὴν μωρίαν ὑποκρινομένη καὶ τὴν δαιμονώσαν ὑποδυομένη, ἠτιμάζετο ὑπὸ πασῶν τῶν συμμοναστριῶν αὐτῆς, χαίρουσα ἐπὶ ταῖς τοιαύταις ἀτιμίαις ὡς ἐπὶ πλούτῳ πολλῷ. Μὴ λανθάνουσα δὲ τὸ παντέφορον ὄμμα τοῦ Παντοκράτορος Χριστοῦ, ἀπεκαλύφθη δι’ ἀγγέλου ὁράματος ἡ ἁγιότης τοῦ βίου αὐτῆς τῷ μεγάλῳ ἀσκητῇ καὶ μαθητὴ τοῦ ὁσίου Ἀντωνίου, ὀσιωτάτω Πιτυρούμ, ὅστις ἐνώπιον πάσης τῆς ἀδελφότητος τῶν μοναζουσῶν ἐφανέρωσε τὸν κεκρυμμένον θησαυρὸν τῆς καταπεφρονημένης ὁσίας Ἰσιδώρας. Αὕτη ὅμως τὸν θαυμασμὸν καὶ τὴν ἔκτοτε προσδιδομένην τιμὴν μὴ ἀνεχομένη, λάθρα διέφυγεν εἰς ἄγνωστον καὶ ἐρημικὸν τόπον, ὡς μόνῳ τῷ Θεῷ σκοποῦσα εὐαρεστεῖν καὶ ἀρέσκειν, παρ’ Οὐ καὶ τὸν δίκαιον μισθὸν τῆς ἰσοβίου ταπεινοφροσύνης ἀπολαύει, τύπος θαυμαστὸς γενομένη πᾶσι τοῖς εὐσεβέσι καὶ φιλοθέοις.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Ἱερομάρτυρος Βατᾶ τοῦ Πέρσου.
Στίχοι
Καὶ τῷ Βατᾷ, τμηθέντι τὴν κάραν ξίφει,
Βατὰ πρεπόντως οὐρανοῦ τὰ χωρία.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Νικηφόρου, Ἱερομονάχου, καὶ Ἱεροδιδασκάλου τοῦ Χίου.
Στίχοι.
Νικηφόρον κα θανόντα ζῆν λέγειν.
Οἱ γὰρ δίκαιοι ζῶσι κὰν τεθνηκότες.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀφρικανοῦ, επισκόπου Λουγδούνου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γερασίμου τοῦ Ρώσσου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Μαῦρου καῖ τῶν σὺν αὐτῷ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μιχαὴλ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Παναρέτου, επισκόπου Πάφου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Πανφουτίου τοῦ Ρώσσου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη του Ἁγίου Μάρτυρος Σάββα.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη του Ἁγίου Μάρτυρος Φιλοσόφου.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Ὁ παῖδας ἐκ καμίνου.
Νηστεία συντραφεῖσα τῇ κρείττονι, γέγονας ἰσάγγελος, καταφρονοῦσα ἡδονῶν, διὸ ψιχίοις τραπέζης, ὡς κυνάριον πεῖναν κατέπαυες, τὸν μόνον εὐλογητὸν Ἰσιδώρα, ποθούσα Ἄρτον τίμιον.
Σαρκὶ σου μὴ παρέχουσα ἄνεσιν, ἐθλιβες τὸν θλίβοντα, καὶ ὥσπερ ὄφις κεφαλήν, διεφύλαξας ψυχήν, ἀπαράτρωτον πάσης ὀχλήσεως, τὸν μόνον εὐλογητὸν εὐλογούσα, Θεὸν τὸν ὑπερένδοξον.
Ὁ παῖδας ἐκ καμίνου ῥυσάμενος, Αὐτὸς σε διετήρησεν, ὡς περιστεράν, ἀκεραιότητα σοι δούς, πειρασμοῖς ἐν ποικίλοις καὶ γνώμην σώφρονα, ὁ μόνος εὐλογητὸς Ἰσιδώρα, Θεὸς καὶ ὑπερένδοξος.
Θεοτοκίον.
Ὑλώδεις λογισμοὶ τὴν καρδίαν μου, Δέσποινα ταράττουσι, καὶ ἀποσπάσαι προσοχήν, ἀπὸ τῆς δόξης του Θεοῦ, συνωθοῦσιν ἀεὶ ἀλλὰ δέομαι, τὸν μόνον εὐλογητὸν ἡ τεκοῦσα, παραστῆθι μοι τάχιον.
ᾨδὴ ἡ΄. Αὕτη ἡ κλητὴ καὶ ἁγία.
Ἔπεσεν ὁ πρὶν φωτεινὸς ἑωσφόρος, δι’ ὑπερηφάνειας Κυρίῳ μισουμένης, σὺ ὅμως νύμφη Χριστοῦ, ταπεινώσει οὐρανοὺς ἀνελήλυθας, Αὐτὸν εὐλογούσα, εἰς πάντας τοὺς αἰῶνας.
Κρίσιν οὐδαμῶς ἐξενέγκασα Μῆτερ, κατὰ τῶν σὲ λυπούντων, Κυρίῳ ἠγαπήθης, ὡς δουλὶς ὠνητὴ, διηκόνεις προορῶσα ἀείποτε, Χριστὸν ἐκ δεξιῶν σου, Ὃν βλέπεις εἰς αἰῶνας.
Πᾶσαν σου ζωὴν ὑπελθούσα γυμνόπους, νῦν χόρευε Ὁσία, ὅπου πατούσι πόδες, ἀθλητῶν τοῦ Χριστοῦ, καὶ φοροῦσι τὴν στολὴν τὴν θεότευκτον, Αὐτὸν εὐλογοῦντες, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ὅπου ἂν κληθῇ σὸν ὄνομα Παρθένε, ἐκεῖ ἐσμὸς χαρίτων, ἐκεῖ παράδεισος ἅμα, ἐκεῖ γεῦσις Θεοῦ, Ὃν ἐβάστασας ἀκόπως ἐν μήτρα σου. Αὐτὸν εὐλογοῦμεν, Ἁγνὴ εἰς τοὺς αἰῶνας.
Καταβασία. Αὕτη ἡ κλητή.
ᾨδὴ θ΄. Φωτίζου, φωτίζου.
Θεότητος πόθῳ, τοῦ παραδείσου τῆς τρυφῆς, ἡ προμήτωρ ἐβλήθη, ἀκρασία γεύσεως, σὺ δὲ σοφῶς εἰσελθοῦσα σεμνή, τέρπου φαιδρῶς, τέρπου Ἰσιδώρα, ὅτι τὸ ἀπτωτον κατέλαβες.
Ὁ μέγας ἀσκήσει, καὶ τῇ φρονήσει Πιτυροῦμ, ἐξεπλάγη ἰδῶν σου, τὴν κρυφίαν ἄθλησιν, ὅθεν ὡς λίθον εὔρων θαυμαστόν, χαίρων σεπτὴ προσεκύνησέ σε, ὡς τοῦ Κυρίου θησαύρισμα.
Ὑπέμεινας Μῆτερ, τὸν τῆς ἀσκήσεως ζυγόν, τὴν ἐλπίδα τεθεῖσα, εἰς Θεὸν τὸν ἔχοντα, τὴν ἐξουσίαν ζωῆς καὶ θνητῶν, Ὃς τὰ μωρὰ κόσμου ἐπιλέγει, ἵνα αἰσχύνη τοὺς δοκοῦντας σοφούς.
Θεοτοκίον.
Ἀγάλλου εὐφραίνου, ἡ εὐφροσύνη μοναστῶν, Θεοτόκε Παρθένε, καὶ παρθένων ἠδυσμα, ἔχεις καὶ γὰρ ἐν σκηναῖς τοῦ Θεοῦ, ταύτην ἰδού, θείαν Ἰσιδώραν, συνανυμνούσαν σοι τὸν Τόκον σου.
Καταβασία. Φωτίζου, φωτίζου.
Ἐξαποστειλάριον. Ἦχος β΄. Τοῖς μαθηταῖς συνέλθωμεν.
Τῆς θείας ταπεινώσεως, ἐνδυθεῖσα σωφρόνως, τὸ ἔνδυμα νενίκηκας, τοῦ ἐχθροῦ τὴν σοφίαν, τὴν φαινομένην παρθένε, Ἰσιδώρα τιμία, ὑποκριθεῖσα ἄριστα, δαιμονώσαν μωρίαν ὥσπερ Χριστός, διὰ ταπεινώσεως ἄκρας τοῦτον, κατήργησεν ὑπόδειγμα, γεγονὼς πιστοῖς πᾶσι.
Καὶ τὸ τῆς προλαβούσης ἑορτῆς.
Στιχηρὰ προσόμοια. Ἦχος ἅ΄. Τῶν οὐρανίων ταγμάτων.
Σὲ μακαρία παρθένε, ἄκμονα ἔγνωμεν, ὑπομονῆς μεγίστης, ἐν ὢ δαίμων ἐτύφθη, τῆς ὑπερηφάνειας τῆς βδελυρᾶς, καὶ σοῦ ἔνδυμα ἔῤῥαπται, χριστοειδοὺς ταπεινώσεως θαυμαστῆς, δι’ ἢν πάντες κατεπλάγησαν.
Τῶν οὐρανίων ὁ πόθος, ὅλην κατέφλεξεν, Ὁσία Ἰσιδώρα, τὴν ψυχὴν σου διόπερ, ὁδὸν ἐστενωμένην καὶ θλιβεράν, ἐξελέξω πλὴν σύντομον, τὴν πεπλασμένην μωρίαν διὰ Χριστόν, τὴν Σοφίαν τὴν ὑπέρθεον.
Ὅσον οἱ ἔξω ἐρῶσι, δοξομανίας ψευδοῦς, τοσούτον σὺ Ὁσία, κατεφίλησας σφόδρα, ἀτίμως κακουχείσθαι δι’ Ἰησοῦν, δι’ ἡμᾶς ὑπομείναντα, τὰ ἐπονείδιστα πάθη, ὑπογραμμόν, γεγονότα δὲ πρὸς μίμησιν.
Λάθρα βιώσασα Μῆτερ, κρυφίως ἔφυγες, τιμὴν τὴν συμπαρθένων, μόνη μόνῳ ποθούσα, Χριστῷ εὐαρεστῆσαι, ὃς τὸν χρυσοῦν, ἀποδώσει σοι στέφανον, ὑπομονῆς παρθενίας ὑπακοῆς, καὶ τῆς ἄκρας ταπεινώσεως.
Δόξα. Ἦχος πλ. α΄.
Ἀναστάσεως ἡμέρα, καὶ ἡ ἀμνὰς τοῦ Χριστοῦ, συμποσιάζει Ἰσιδώρα, δεῦτε οὖν καὶ τρυφήσωμεν ἀκορέστως, τὴν θαυμαστὴν πολιτείαν αὐτῆς μὲν ὡς ἔδεσμα πολυτελὲς ἐσθίοντες, τὴν δὲ ἀγγελομίμητον ταπείνωσιν ὡς ἠδυσμα θεοευφραντικὸν ἀπολαύοντες, καὶ ὡς ἀνθοσμίαν οἶνον, τὴν ὑπὲρ Χριστοῦ καῦσιν τῆς καρδίας τὴν ἄληκτον μεθυστικὼς ἐκπίνοντες. Αὕτη γὰρ ὄντως σκήνωμα Θεοῦ καὶ παρθενίας σημεῖον τεραστικὸν καὶ παράδοξον, ἀνεδείχθη ἡ ὑπέρκαλλος.
Καὶ νῦν. Ἀναστάσεως ἡμέρα.
Δοξολογία μεγάλη.
Εἰς τὴν Θ. Λειτουργίαν, Ἀποστολοευάγγελον τῆς Ὁσίας. (Ἀπόστ. τῇ Ἑ’ τῆς Στ’ ἑβδομάδος. Εὔαγγ. Τὸ εἰς σχῆμα Μοναχῆς).
Μεγαλυνάρια.
Ταπεινοφροσύνης οἶκος λαμπρός, παρθενίας δόξα, ἄνθος θεῖον ὑπομονῆς, ἀκενοδοξίας τῆς ἄκρας Ἰσιδώρα, ἐργάτις ἀνεδείχθης, διὰ τὸν Κύριον.
Σύνεσιν παράσχου μοι ἐκ Θεοῦ, ὡς σοι συνωνύμω, ἡ σαλὴ διὰ τὸν Χριστόν, ἵνα ἐπιτύχω, τῆς δόξης Ἰσιδώρα, ἧς νῦν ἐπαπολαύεις· δὸς μοι τὴν αἴτησιν.
Στίχοι.
Ὡς νικήσασα κενοδοξίας ὄφιν,
τὴν ταπείνωσιν νῦν μοι χάρισαι Μῆτερ.
Ἱερὰ Μονὴ Σίμωνος Πέτρας, Ἅγιον Ὅρος Ἀθως, 7.1.1987.
Σημείωση: Εκδόσεις Ορθοδόξου Κυψέλης, 1987
Πηγή: VOUTSINASILIAS
http://www.saint.gr/87/varius/texts.aspx
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου